Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.296 Joseph. AJ 17.301 (English) >>Joseph. AJ 17.306

17.299

Οὔαρος μὲν δὴ ταῦτα καταστησάμενος καὶ φρουρὰν Ἱεροσολύμων τὸ καὶ πρότερον καταλιπὼν τάγμα ἐπʼ Ἀντιοχείας ἠπείγετο. Ἀρχελάῳ δʼ ἐπὶ Ῥώμης ἑτέρων πραγμάτων ἐφύοντο ἀρχαὶ κατὰ τοιαύτας αἰτίας. 17.300ἀφίκετο εἰς τὴν Ῥώμην πρεσβεία Ἰουδαίων Οὐάρου τὸν ἀπόστολον αὐτῶν τῷ ἔθνει ἐπικεχωρηκότος ὑπὲρ αἰτήσεως αὐτονομίας. καὶ ἦσαν οἱ μὲν πρέσβεις οἱ ἀποσταλέντες γνώμῃ τοῦ ἔθνους πεντήκοντα, συνίσταντο δὲ αὐτοῖς τῶν ἐπὶ Ῥώμης Ἰουδαίων ὑπὲρ ὀκτακισχίλιοι. 17.301Καίσαρός τε συνέδριον φίλων τε τῶν αὐτοῦ καὶ Ῥωμαίων τῶν πρώτων συνάγοντος ἐν ἱερῷ Ἀπόλλωνος μεγάλοις τέλεσιν ὑπʼ αὐτοῦ ἱδρυμένῳ, οἱ μὲν πρέσβεις μετὰ τοῦ πλήθους τῶν αὐτόθι Ἰουδαίων ἀφικνοῦνται, Ἀρχέλαος δὲ μετὰ τῶν φίλων. 17.302ὁπόσοι δὲ συγγενεῖς τοῦ βασιλέως ἦσαν Ἀρχελάῳ μὲν συντετάχθαι διὰ μῖσος τὸ πρὸς αὐτὸν ὑστέρουν, τοῖς δὲ πρέσβεσιν ὁμοψηφεῖν κατʼ αὐτοῦ δεινὸν ἡγοῦντο ἐν αἰσχύνῃ τῇ αὐτῶν οἰόμενοι γενήσεσθαι παρὰ Καίσαρι κατʼ ἀνδρὸς οἰκείου τοιάδε πράσσειν προθυμεῖσθαι. 17.303παρῆν δὲ ἤδη καὶ Φίλιππος ἀπὸ Συρίας ἐξοτρύναντος αὐτὸν Οὐάρου τὸ μὲν κεφάλαιον ἐπὶ συνηγορίᾳ τοῦ ἀδελφοῦ, πάνυ γὰρ εὐνόει Οὔαρος αὐτῷ, γινομένης δὲ τῇ βασιλείᾳ μεταπτώσεως, καὶ τάδε ὑπώπτευεν Οὔαρος νέμησιν αὐτῆς γενήσεσθαι διὰ τὸ πολλοὺς εἶναι τοὺς αὐτονομίας γλιχομένους, οὐχ ὑστεριῶν τοῦ κἂν αὐτὸς μοῖραν αὐτῆς τινα φέρεσθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.296 Joseph. AJ 17.301 (English) >>Joseph. AJ 17.306

Powered by PhiloLogic